Add parallel Print Page Options

21 Ἀπὸ τότε ἤρξατο [a]ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν [b]εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον [c]εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ [d]ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ [e]ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν [f]ὅτι εἰσίν τινες [g]τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 ὁ Ἰησοῦς Treg NIV RP ] Ἰησοῦς Χριστὸς WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NIV ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:23 εἶ ἐμοῦ WH Treg NIV ] μου εἶ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25 ἐὰν WH Treg NIV ] ἂν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26 ὠφεληθήσεται WH Treg NIV ] ὠφελεῖται RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 ὅτι WH NIV ] Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:28 τῶν ὧδε ἑστώτων WH Treg NIV ] ὧδε ἑστῶτες RP